Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.51 Dem. 29.56 (English) >>Dem. 29.59

29.54οὐ τοίνυν ἐγὼ μὲν ταῦθʼ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλʼ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατʼ ἐκείνων. δʼ οὔτʼ ἐκείνοις οὔτʼ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλʼ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. λάβʼ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

29.55πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, τοῦτον τὸν τρόπον ἐπιδεικνύς; οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντʼ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· Αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, φησιν εἶναι ψευδῆ· 29.56τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου· τὰς θεραπαίνας οὐκ ἐθελήσανθʼ ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν· τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθʼ ἡμῶν ἐθέλουσαν· τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντʼ εἰδότων μᾶλλον Μιλύας· τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματʼ ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον· 29.57τὴν διαθήκην οὐκ ἀποδόντα, οὐδὲ τὸν οἶκον μισθώσαντα τῶν νόμων κελευόντων· πίστιν ἐπιθεῖναι προομνύντος ἐμοῦ καὶ τῶν μαρτύρων, ὥστʼ ἀφεῖσθαι τοῦτον τῶν χρημάτων καθʼ τὸν Μιλύαν ἐξῄτησεν, οὐκ οἰηθέντα δεῖν; μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐκ ἂν ἔχοιμʼ ἐπιδεῖξαι ταῦτʼ ἀκριβέστερον τοῦτον τὸν τρόπον. οὕτω τοίνυν φανερῶς τῶν μαρτύρων καταψευδόμενος καὶ ἐκ τῶν πραγμάτων οὐδὲν ζημιούμενος καὶ τὴν δίκην δικαίως ὠφληκώς, ὅμως ἀναισχυντεῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.51 Dem. 29.56 (English) >>Dem. 29.59

Powered by PhiloLogic